Brenton_Greek(i) 7 Καὶ ἐγένετο ὡς ἦλθε τὸ βιβλίον πρὸς αὐτοὺς, καὶ ἔλαβον τοὺς υἱοὺς τοῦ βασιλέως, καὶ ἔσφαξαν αὐτούς ἑβδομήκοντα ἄνδρας· καὶ ἔθηκαν τὰς κεφαλὰς αὐτῶν ἐν καρτάλλοις, καὶ ἀπέστειλαν αὐτὰς πρὸς αὐτὸν εἰς Ἰεζράελ.